Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.95 Dem. 23.98 (English) >>Dem. 23.102

23.97πᾶς γὰρ μήτε διʼ ἔχθραν μήτε διʼ εὔνοιαν μήτε διʼ ἄλλην ἄδικον πρόφασιν μηδεμίαν παρʼ γιγνώσκει θέμενος τὴν ψῆφον εὐσεβεῖ· εἰ γὰρ ἠγνόησέν τι διδασκόμενος, τοῦ μὴ συνεῖναι δίκην οὐκ ὀφείλει δοῦναι· ἀλλʼ εἴ τις εἰδὼς ἐκείνους προδέδωκεν ἐξαπατᾷ, οὗτός ἐστʼ ἔνοχος τῇ ἀρᾷ. διόπερ καταρᾶται καθʼ ἑκάστην ἐκκλησίαν κῆρυξ, οὐκ εἴ τινες ἐξηπατήθησαν, ἀλλʼ εἴ τις ἐξαπατᾷ λέγων βουλὴν δῆμον τὴν ἡλιαίαν. 23.98μὴ δὴ τοῦθʼ ὑμῖν ἐᾶτε λέγειν, ὡς γέγονεν, ἀλλʼ ὡς ἔστι δίκαιον γίγνεσθαι, μηδʼ ὡς ἕτεροι δικάσαντες ἐκύρωσαν ἐκεῖνα, ἀλλʼ ὑμᾶς αὐτοὺς ἀξιοῦτε διδάσκειν ὡς δικαιότερʼ ἡμῶν περὶ τοῦδε λέγουσιν. εἰ δὲ τοῦτο μὴ δυνήσονται, οὐχὶ καλῶς ἔχειν ὑμῖν ἡγοῦμαι τὴν ἑτέρων ἀπάτην κυριωτέραν ποιήσασθαι τῆς ὑμετέρας αὐτῶν γνώμης. 23.99ἔτι τοίνυν ἔμοιγε δοκεῖ καὶ σφόδρʼ ἀναιδὴς τοιοῦτος εἶναι λόγος, ὡς γέγονεν καὶ πρότερόν τισιν ἄλλοις τοιαῦτα ψηφίσματα. οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτʼ ἐμιμήσω, διὰ τοῦτʼ ἀποφεύγειν σοι προσήκει, ἀλλὰ τοὐναντίον πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτα. ὥσπερ γάρ, εἴ τις ἐκείνων ἑάλω, σὺ τάδʼ οὐκ ἂν ἔγραψας, οὕτως, ἐὰν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει.

23.100ὡς μὲν τοίνυν οὐ παρὰ πάντας τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμʼ Ἀριστοκράτης, οὐκ οἶμαι λέγειν αὐτὸν ἕξειν· ἤδη δέ τινʼ εἶδον, ἄνδρες Ἀθηναῖοι, γραφὴν ἀγωνιζόμενον παρανόμων τοῖς νόμοις μὲν ἁλισκόμενον, ὡς δὲ συμφέρονθʼ ὑμῖν γέγραφεν λέγειν ἐπιχειροῦντα καὶ ταύτῃ βιαζόμενον, εὐήθη μέν, οἶμαι, μᾶλλον δʼ ἀναιδῆ λόγον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.95 Dem. 23.98 (English) >>Dem. 23.102

Powered by PhiloLogic